HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,367
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,367.rdf
1.
[8.360] ἀλλὰ τὰ φαινόμενα, φασὶν οἱ δογματικοί, πάντως δεῖ τιθέναι, πρῶτον ὅτι οὐδὲν ἔχομεν
πιστότερον αὐτῶν, εἶθ' ὅτι ὁ κινῶν αὐτὰ λόγος αὐτὸς ὑφ' ἑαυτοῦ περιτρέπεται. ἤτοι γὰρ φάσει
μόνον χρώμενος ταῦτα ἀναιρεῖ ἢ φαινομένοις ἢ μὴ φαινομένοις. ἀλλὰ φάσει μὲν χρώμενος ἄπιστός
ἐστιν˙ ῥᾴδιον γὰρ τὴν ἀντικειμένην ἐκθέσθαι φάσιν.