1.

[8.360] ἀλλὰ τὰ φαινόμενα, φασὶν οἱ δογματικοί, πάντως δεῖ τιθέναι, πρῶτον ὅτι οὐδὲν ἔχομεν πιστότερον αὐτῶν, εἶθ' ὅτι ὁ κινῶν αὐτὰ λόγος αὐτὸς ὑφ' ἑαυτοῦ περιτρέπεται. ἤτοι γὰρ φάσει μόνον χρώμενος ταῦτα ἀναιρεῖ ἢ φαινομένοις ἢ μὴ φαινομένοις. ἀλλὰ φάσει μὲν χρώμενος ἄπιστός ἐστιν˙ ῥᾴδιον γὰρ τὴν ἀντικειμένην ἐκθέσθαι φάσιν.