1.

[8.361] εἰ δὲ μὴ φαινομένοις, πάλιν ἄπιστος θέλων διὰ μὴ φαινομένων τὰ φαινόμενα περιτρέπειν. εἰ δὲ φαινομένοις κινεῖ τὰ φαινόμενα, πάντως πιστοῖς, καὶ οὕτως αὐτόθεν ἔσται τὰ φαινόμενα πιστά. ὥστε ὁ λόγος καὶ κατ' αὐτῶν χωρεῖ.