1.

[8.362] ἡμεῖς δὲ ὅτι 〈μὲν〉 τὰ φαινόμενα, εἴτε αἰσθητὰ εἴη εἴτε νοητά, πλείστης γέμει μάχης τῆς τε παρὰ φιλοσόφοις καὶ τῆς παρὰ τῷ βίῳ, πρότερον ἐπελογισάμεθα (Cfr. § 355)˙ τὸ δὲ νῦν ἔχον πρὸς τὴν ἐκκειμένην διαστολὴν ἐκεῖνο ῥητέον, ὅτι οὔτε φάσει χρώμενοι κινοῦμεν τὰ φαινόμενα οὔτε μὴ φαινομένοις, συγκρίνοντες δὲ αὐτὰ αὑτοῖς. εἰ μὲν γὰρ σύμφωνα εὑρίσκετο τὰ αἰσθητὰ τοῖς αἰσθητοῖς καὶ τὰ νοητὰ τοῖς νοητοῖς καὶ ἐναλλάξ, ἴσως ἂν παρεχωροῦμεν αὐτὰ τοιαῦτα τυγχάνειν ὁποῖα φαίνεται˙