1.

[8.363] νῦν δὲ ἐν τῇ συγκρίσει ἀνεπίκριτον εὑρίσκοντες μάχην, καθ' ἣν τὰ ἕτερα ὑπὸ τῶν ἑτέρων ἐκβάλλεται, τῷ μήτε πάντα θεῖναι δύνασθαι διὰ τὴν τοιαύτην μάχην μήτε τινὰ διὰ τὴν τῶν ἀντικειμένων ἰσοσθένειαν, μήτε πάντ' ἐκβαλεῖν διὰ τὸ μηδὲν ἔχειν τοῦ φαίνεσθαι πιστότερον, ἐπὶ τὸ ἐπέχειν κατηντήσαμεν.