1.

[8.364] ἀλλ' ὁ λόγος ἐκ τῶν φαινομένων τὴν πίστιν λαμβάνων ἐν τῷ ταῦτα κινεῖν καὶ ἑαυτὸν συνεκβάλλει. ὅπερ ἦν συναρπαζόντων τὸ ζητούμενον ἀνδρῶν. οὐ γὰρ ὁ λόγος ἐκ τῶν φαινομένων βεβαιοῦται, ἀλλὰ τὰ φαινόμενα ἐκ τοῦ λόγου κρατύνεται.