1.

[8.365] καὶ εἰκότως˙ εἰ γὰρ διάφωνά ἐστι (τινῶν μὲν λεγόντων αὐτὰ ὑποκεῖσθαι, τινῶν δὲ μηδαμῶς), ἐκ τοῦ λόγου ὀφείλει κατασταθῆναι. τούτου τε μάρτυρές εἰσιν οὐκ ἄλλοι τινὲς ἢ οἱ ἑτερόδοξοι, 〈.....〉 λόγῳ δ' ἀποδεῖξαι θέλοντες, ὅτι ἀληθῆ ἐστι τὰ φαινόμενα. καὶ ἄλλως τὸ ὅτι τοῖς φαινομένοις δεῖ πιστεύειν 〈....〉;