1.

[8.366] οὐκ ἄρα τὰ φαινόμενα τοῦ λόγου ἀλλ' ὁ λόγος τῶν φαινομένων βεβαιότερός ἐστιν, ὅ γε καὶ ἑαυτὸν κἀκεῖνα πιστούμενος.
Εἰ δὴ τὰ λήμματα τῆς ἀποδείξεώς ἐστιν ἄδηλα, ἄδηλος δὲ καὶ ἡ ἐπιφορά, τὸ δὲ ἐξ ἀδήλων συνεστὼς πάλιν ἄδηλον, ἡ ἀπόδειξίς ἐστιν ἄδηλος καὶ ἐπιζητεῖ τὸ παραστῆσον αὐτῆς τὴν πίστιν, ὅπερ οὐκ ἔστιν ἀποδείξεως.