1.

[8.367] Ἀλλ' οὐ δεῖ, φασί (Cfr.
SVF fr. II 167 Arn. (ed).
) , πάντων ἀπόδειξιν αἰτεῖν, τινὰ δὲ καὶ ἐξ ὑποθέσεως λαμβάνειν, ἐπεὶ οὐ δυνήσεται προβαίνειν ἡμῖν ὁ λόγος, ἐὰν μὴ δοθῇ τι πιστὸν ἐξ αὑτοῦ τυγχάνειν. ἀλλὰ πρῶτον 〈μὲν〉 καὶ ἡμεῖς ἐροῦμεν, ὅτι οὐκ ἔστιν ἀναγκαῖον τὰς ἐκείνων δογματολογίας προβαίνειν, πλασματώδεις ὑπαρχούσας.