1.

[8.368] εἶτα καὶ ποῖ προβήσονται; τῶν γὰρ φαινομένων αὐτὸ μόνον παριστάντων ὅτι φαίνεται, τὸ δ' ὅτι καὶ ὑπόκειται μηκέτι προσισχυόντων διδάσκειν, τιθέσθω καὶ τὰ λήμματα τῆς ἀποδείξεως ὅτι φαίνεται, καὶ ἡ ἐπιφορὰ ὁμοίως. ὧδε δὲ οὐ συναχθήσεται τὸ ζητούμενον καὶ οὐ παραχθήσεται ἡ ἀλήθεια, μενόντων ἡμῶν ἐπὶ ψιλῆς φάσεως καὶ τοῦ οἰκείου πάθους. τὸ δ' ὅτι οὐ μόνον φαίνεται, ἀλλὰ καὶ ὑπόκειται θέλειν παριστᾶν ἀνδρῶν ἐστι μὴ τῷ ἀναγκαίῳ πρὸς τὴν χρείαν ἀρκουμένων, ἀλλὰ καὶ τὸ δυνατὸν συναρπάζειν ἐσπουδακότων.