1.

[8.370] ταῦτα γὰρ ἅ φασιν ἐξ ὑποθέσεως λαμβάνειν, εἰ μὲν πιστά ἐστι διὰ τὸ ἐξ ὑποθέσεως εἰλῆφθαι, πιστὰ φανήσεται καὶ τἀναντία τούτοις ἐξ ὑποθέσεως ληφθέντα, καὶ ταύτῃ θήσομεν τὰ μαχόμενα˙ εἰ δὲ ἐπὶ τούτων, φημὶ δὲ τῶν ἐναντίων, πρὸς πίστιν ἡ ὑπόθεσις ἀσθενής, 〈ἀσθενὴς〉 καὶ ἐπ' ἐκείνων γενήσεται, ὥστε οὐδέτερα πάλιν ὑποθησόμεθα.