1.

[8.371] τοῦτό τε ὃ ὑποτίθεταί τις, ἤτοι ἀληθές ἐστι καὶ τοιοῦτον οἷον αὐτὸ ὑποτίθεται, ἢ ψεῦδος. καὶ εἰ μὲν ἀληθές, ἑαυτὸν ἀδικεῖ ὁ ὑποτιθέμενος τοῦτο, εἴγε δυνάμενος αὐτὸ μὴ αἰτεῖσθαι, ἀλλ' αὐτόθεν λαμβάνειν ὡς ἀληθὲς εἰς πρᾶγμα συμφεύγει ὑποψίας πλῆρες, εἰς τὴν ὑπόθεσιν, αἰτούμενος τὸ αὐτόθεν ἀληθές. εἰ δὲ ψεῦδός ἐστιν, οὐκέτι αὑτόν, ἀλλὰ τὴν φύσιν τῶν πραγμάτων ἀδικεῖ ὁ τῇ ὑποθέσει χρώμενος, τὸ μὴ ὂν ἀξιῶν αὑτῷ αὐτόθεν συγχωρηθῆναι ὡς ὄν, καὶ τὸ ψεῦδος βιαζόμενος λαμβάνειν ὡς ἀληθές.