1.

[8.372] καὶ μὴν εἴπερ πᾶν τὸ ἀκολουθοῦν τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἀξιοῖ τις βέβαιον εἶναι, ὅλην συγχέει τὴν φιλόσοφον ζήτησιν. εὐθέως γὰρ ὑποθησόμεθα τὰ τρία τέσσαρα εἶναι, καὶ συνάξομεν ὡς ἀκολουθοῦν τὸ τὰ ἓξ ὀκτὼ ὑπάρχειν˙ ἔσται δὲ τοῦτο ἀληθές (τὸ τὰ ἓξ ὀκτὼ ὑπάρχειν) 〈....〉.