1.

[8.374] πρὸς τούτοις, εἰ τὸ ὑποτιθέμενον, ᾗ ὑποτίθεται, βέβαιόν ἐστι καὶ ἀσφαλές, μὴ ταῦτα ὑποτιθέσθωσαν οἱ δογματικῶς φιλοσοφοῦντες τὰ ἐξ ὧν συνάγουσι τὸ ἄδηλον, ἀλλ' αὐτὸ τὸ ἄδηλον, τουτέστι μὴ τὰ λήμματα τῆς ἀποδείξεως, ἀλλὰ τὴν ἐπιφοράν. ἀλλὰ κἂν μυριάκις τοῦθ' ὑποθῶνται, οὐκ ἔστι πιστὸν διὰ τὴν ἀδηλότητα καὶ τὴν περὶ αὐτοῦ ζήτησιν. φανερὸν δήπουθεν ὅτι, οὐδὲ ἐὰν τὰ λήμματα τῆς ἀποδείξεως δίχα ἀποδείξεως αἰτήσωνται, ἀνύουσί τι πρὸς πίστιν διὰ τὸ καὶ ταῦτα τῶν ἀμφισβητησίμων ὑπάρχειν.