HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,382
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,382.rdf
1.
[8.375] Νὴ Δία, ἀλλ' εἰώθασιν ὑποτυγχάνοντες λέγειν, ὅτι πίστις ἐστὶ τοῦ ἐρρῶσθαι τὴν
ὑπόθεσιν τὸ ἀληθὲς εὑρίσκεσθαι ἐκεῖνο τὸ τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἐπιφερόμενον˙ εἰ γὰρ τὸ
τούτοις ἀκολουθοῦν ἐστὶν ὑγιές, κἀκεῖνα οἷς ἀκολουθεῖ ἀληθῆ καὶ ἀναμφίλεκτα καθέστηκεν.