HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,383
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,383.rdf
1.
[8.376] καὶ πόθεν ἔχομεν, ἐρεῖ τις, δεῖξαι ὅτι τὸ ἀκολουθοῦν τῷ ἐξ ὑποθέσεως ληφθέντι ἀληθές
ἐστιν; ἆρά γε ἐξ αὐτοῦ ἢ ἐκ τῶν λημμάτων οἷς ἀκολουθεῖ; ἀλλ' ἐξ αὐτοῦ μὲν οὐκ ἂν εἴη˙ ἄδηλον
γάρ ἐστιν. ἐκ δὲ τῶν λημμάτων; οὐδ' οὕτως˙ περὶ γὰρ τούτων ἐστὶν ἡ μάχη, καὶ δεῖ αὐτὰ πρότερον
κατασταθῆναι.