1.

[8.376] καὶ πόθεν ἔχομεν, ἐρεῖ τις, δεῖξαι ὅτι τὸ ἀκολουθοῦν τῷ ἐξ ὑποθέσεως ληφθέντι ἀληθές ἐστιν; ἆρά γε ἐξ αὐτοῦ ἢ ἐκ τῶν λημμάτων οἷς ἀκολουθεῖ; ἀλλ' ἐξ αὐτοῦ μὲν οὐκ ἂν εἴη˙ ἄδηλον γάρ ἐστιν. ἐκ δὲ τῶν λημμάτων; οὐδ' οὕτως˙ περὶ γὰρ τούτων ἐστὶν ἡ μάχη, καὶ δεῖ αὐτὰ πρότερον κατασταθῆναι.