1.

[8.377] οὐ μὴν ἀλλ' ἔστω γε καὶ τὸ ἀκολουθοῦν τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἀληθές˙ οὐ μὴν παρὰ τοῦτο καὶ τὰ ἐξ ὑποθέσεως ληφθέντα γενήσεται ἀληθῆ. εἰ μὲν γὰρ μόνον κατ' αὐτοὺς τῷ ἀληθεῖ εἵπετο ἀληθές, προύβαινεν 〈ἂν〉 ὁ λόγος, ὡς τοῦ ἀκολουθοῦντος τῷ ἐξ ὑποθέσεως ληφθέντι ὄντος ἀληθοῦς γίνεσθαι τὸ ἐξ ὑποθέσεως ληφθὲν ἀληθές˙