1.

[8.378] νῦν δὲ ἐπεὶ καὶ ψεύδει ψεῦδός φασιν (Cfr. §§ 113-14) ἀκολουθεῖν καὶ ψεύδει ἀληθές, οὐ κατ' ἀνάγκην, εἰ τὸ λῆγόν ἐστιν ἀληθές, καὶ τὸ ἡγούμενον ἔσται ἀληθές, ἀλλ' ἐνδέχεται τοῦ λήγοντος ἀληθοῦς ὄντος τὸ ἡγούμενον ὑπάρχειν ψεῦδος.
Ὁδοῦ μὲν οὖν πάρεργον, ὥς φασι, καὶ παρενθήκης τοσαῦτα εἰρήσθω περὶ τοῦ μὴ δεῖν ἐξ ὑποθέσεως κατάρχεσθαι τὴν ἀπόδειξιν˙