1.

[8.379] ἀκολούθως δ' ὑποδεικτέον, ὅτι καὶ εἰς τὸν δι' ἀλλήλων (Cfr. PH II 183) τρόπον ἐμπέπτωκεν, ὅ ἐστιν ἀπορώτερον. ὅτι μὲν γὰρ τῶν ἀδήλων ἐστὶν ἡ ἀπόδειξις προκατεστησάμεθα, πᾶν δὲ ἄδηλον ἐπικρίσεως δεῖται, τὸ δὲ ἐπικρίσεως δεόμενον κριτηρίου χρῄζει τοῦ παραστήσοντος, εἴτε ὑγιές ἐστιν εἴτε μὴ τοιοῦτον˙ ὥσπερ γὰρ τὸ μετρηθῆναι ὀφεῖλον οὐ χωρὶς μέτρου μετρεῖσθαι πέφυκε καὶ πᾶν τὸ κανονιζόμενον οὐ χωρὶς κανόνος κανονίζεται, οὕτω καὶ τὸ κρινόμενον οὐ χωρὶς κριτηρίου δοκιμάζεται.