1.

[8.380] ἐπεὶ οὖν καὶ τὸ εἰ ἔστι κριτήριον ἐζήτηται (Cfr. M VII 47 sqq.), τῶν μὲν μηδὲν εἶναι φαμένων, τῶν δὲ εἶναι, τῶν δὲ ἐν ἐποχῇ τοῦτο φυλαξάντων, πάλιν δεήσει τὸ ὅτι ἔστι κριτήριον ἀποδειχθῆναι διά τινος ἀποδείξεως. ἀλλὰ δὴ ἵν' ἔχωμεν τὴν ἀπόδειξιν πιστήν, ἀναστρέφειν ἐπὶ τὸ κριτήριον δεήσει, καὶ οὕτω, μήτε ταύτην πρὸ ἐκείνου ἔχοντας πιστὴν μήτε ἐκεῖνο πρὸ ταύτης βέβαιον, ὁμολογεῖν τὴν περὶ ἀμφοτέρων ἐποχήν.