1.

[8.381] Ἐνέσται οὖν σὺν τοῖς εἰρημένοις κἀκ τῆς ἐπινοίας κινεῖν τὴν ἀπόδειξιν. καίτοι εἰ ἐπενοεῖτο, οὐ πάντως ἂν ὑπῆρχεν˙ πολλὰ γὰρ ἔστιν ἅπερ ἐπινοεῖται μέν, ὡς ἔφην (Cfr. § 334a), οὐ μετέχει δέ τινος ὑπάρξεως. νῦν δὲ ὅταν καὶ ἡ ἐπίνοια εὑρίσκηται ἀδύνατος ἡ τῆς ἀποδείξεως, ἀναμφιλέκτως καὶ ἡ τῆς ὑπάρξεως ἐλπὶς ἀποκόπτεται.