1.

[8.383] (§§ 383-384 Cfr. § 345 et PH II 172) καὶ ἄλλως ἄξιον πυθέσθαι, πότερον λήμματα ἔχει καὶ ἐπιφορὰν ἡ τοιαύτη ἀπόδειξις ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, πῶς ἔτι δύναται νοηθῆναι ἀπόδειξις, εἴγε ἡ πάσης ἀποδείξεως νόησις οὐ χωρὶς τῶν αὐτῆς λημμάτων καὶ τῆς ἐπιφορᾶς συνίσταται; εἰ δὲ ἔχει ἑκάτερα, τουτέστι τὰ λήμματα καὶ τὴν ἐπιφοράν, εἰδική τίς ἐστιν ἀπόδειξις˙