1.

[8.385] (§§ 385-390 Cfr. PH II 173-176) καὶ μὴν οὐδέ γε ἡ εἰδική. ἐλέγετο γὰρ τοῖς δογματικοῖς ἡ ἀπόδειξις λόγος εἶναι κατὰ συναγωγὴν διά τινων φαινομένων ἐκκαλύπτων τι ἄδηλον (Cfr. §§ 301sqq. et PH II 135 sqq.) ἤτοι οὖν τὸ πᾶν σύστημα, τουτέστι τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς νοούμενον, ἀπόδειξις ἦν, ἢ τὰ μὲν λήμματα μόνον ἐστὶν ἀπόδειξις, ἡ δὲ ἐπιφορὰ τὸ ἀποδεικνύμενον. ὁπότερον δ' ἂν εἴπωσι τούτων, σαλεύεται ἡ τῆς ἀποδείξεως ἐπίνοια.