1.

[8.386] εἰ μὲν γὰρ τὸ σύνθετον ἔκ τε τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς ἐστιν ἀπόδειξις, ἀνάγκη ἄδηλόν τι περιέχουσαν τὴν ἀπόδειξιν εὐθὺς ἄδηλον εἶναι, τοιαύτην δὲ καθεστηκυῖαν δεῖσθαί τινος ἀποδείξεως, ὅπερ ἄτοπον. τοίνυν οὐκ ἂν εἴη τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς συνεστὼς ἀπόδειξις, εἴγε οὔτε ἄδηλον οὔτε ἀποδείξεως δεομένην νοοῦμεν τὴν ἀπόδειξιν.