1.

[8.388] ἀλλὰ κἂν ἑτέραν ὑποστησώμεθα ἐπιφορὰν ἐκτός, πρὸς ἣν ἡ ἀπόδειξις νοηθήσεται, δύο γενήσονται ἐπιφοραὶ κατὰ τὸν τόπον, μία μὲν ἡ ἐν τῇ ἀποδείξει περιεχομένη, δευτέρα δὲ ἡ ἐκτός, πρὸς ἣν νοεῖται ἡ ἀπόδειξις. ἄτοπον δέ γε μιᾶς ἀποδείξεως δύο λέγειν ἐπιφοράς˙ οὐκ ἄρα τὸ ἐκ λημμάτων καὶ ἐπιφορᾶς συνεστώς ἐστιν ἀπόδειξις.