HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,396
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,396.rdf
1.
[8.389] λείπεται τοίνυν τὸ ἐκ τῶν λημμάτων λέγειν μόνον ἀπόδειξιν εἶναι. ὅπερ ἦν εὔηθες˙
τοῦτο γὰρ οὐδὲ λόγος ἐστὶ τὴν ἀρχήν, ἀλλὰ πρᾶγμα ἐλλιπὲς καὶ ἀδιανόητον, εἴγε οὐθείς φησι τῶν
νοῦν ἐχόντων τὸ τοιοῦτον κατ' ἰδίαν ῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν˙ ἀλλὰ μὴν ἔστι κίνησις᾽᾽ ἢ
λόγον εἶναι ἢ διάνοιάν τινα σῴζειν.