1.

[8.389] λείπεται τοίνυν τὸ ἐκ τῶν λημμάτων λέγειν μόνον ἀπόδειξιν εἶναι. ὅπερ ἦν εὔηθες˙ τοῦτο γὰρ οὐδὲ λόγος ἐστὶ τὴν ἀρχήν, ἀλλὰ πρᾶγμα ἐλλιπὲς καὶ ἀδιανόητον, εἴγε οὐθείς φησι τῶν νοῦν ἐχόντων τὸ τοιοῦτον κατ' ἰδίαν ῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν˙ ἀλλὰ μὴν ἔστι κίνησις᾽᾽ ἢ λόγον εἶναι ἢ διάνοιάν τινα σῴζειν.