1.

[8.392] καὶ δὴ πρόδηλος μὲν προδήλου οὐ δύναται τυγχάνειν ἀπόδειξις, ἐπεὶ τὸ πρόδηλον οὐ χρῄζει ἀποδείξεως, ἀλλ' ἐξ αὑτοῦ γνώριμον καθέστηκεν. ἄδηλος δὲ ἀδήλου πάλιν οὐκ ἂν εἴη ἀπόδειξις, παρόσον αὐτὴ χρείαν ἕξει τοῦ παριστάντος ἄδηλος οὖσα, καὶ οὐχ ἑτέρου τινὸς γενήσεται παραστατική.