HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,401
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,401.rdf
1.
[8.394] λείπεται λέγειν, ὅτι πρόδηλος ἀδήλου, ὃ καὶ αὐτὸ τῶν ἀπόρων ἐτύγχανεν˙ εἰ γὰρ οὐ τῶν
κατὰ περιγραφὴν καὶ ἀπολύτως νοουμένων ἐστὶν ἡ ἀπόδειξις (Cfr. §§ 273,387 ), ἀλλὰ τῶν πρός τι, τὰ δὲ
πρός τι,
ὡς ἐδείξαμεν ἐν τῇ περὶ σημείου ζητήσει (Cfr. § 174), συγκαταλαμβάνεται ἀλλήλοις, τὰ δὲ συγκαταλαμβανόμενα οὐκ ἐξ ἀλλήλων
ἐκκαλύπτεται, ἀλλ' ἐξ αὑτῶν ἐστι πρόδηλα, οὐκ ἔσται ἡ ἀπόδειξις πρόδηλος ἀδήλου ἀπόδειξις διὰ
τὸ κἀκεῖνο συγκαταλαμβανόμενον αὐτῇ δι' αὑτοῦ προσπίπτειν.