1.

[8.394] λείπεται λέγειν, ὅτι πρόδηλος ἀδήλου, ὃ καὶ αὐτὸ τῶν ἀπόρων ἐτύγχανεν˙ εἰ γὰρ οὐ τῶν κατὰ περιγραφὴν καὶ ἀπολύτως νοουμένων ἐστὶν ἡ ἀπόδειξις (Cfr. §§ 273,387 ), ἀλλὰ τῶν πρός τι, τὰ δὲ πρός τι, ὡς ἐδείξαμεν ἐν τῇ περὶ σημείου ζητήσει (Cfr. § 174), συγκαταλαμβάνεται ἀλλήλοις, τὰ δὲ συγκαταλαμβανόμενα οὐκ ἐξ ἀλλήλων ἐκκαλύπτεται, ἀλλ' ἐξ αὑτῶν ἐστι πρόδηλα, οὐκ ἔσται ἡ ἀπόδειξις πρόδηλος ἀδήλου ἀπόδειξις διὰ τὸ κἀκεῖνο συγκαταλαμβανόμενον αὐτῇ δι' αὑτοῦ προσπίπτειν.