[53] Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, "ἐπέγειραι," ἔφη,

μή τίς σοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ.

πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα,

ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷ' ἀγοράζεις˙

Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, "ἐγώ," εἶπεν, "ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ˙ τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς˙" καὶ ὅς, "κατὰ λόγον," ἔφη˙ "οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται ὀφθαλμοὺς ἔχεις˙ ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται νοῦν οὐκ ἔχεις."

[53] [4085] Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, " Ἐπέγειραι," ἔφη,

Μή τίς σοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ.

Πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα

[40810] Ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷ' ἀγοράζεις˙

Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, " Ἐγώ," εἶπεν, "ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ, τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς˙" καὶ ὅς, "Κατὰ λόγον," ἔφη˙ "οἷς μὲν γὰρ [40815] κύαθος καὶ τράπεζα βλέπεται, ὀφθαλμοὺς ἔχεις˙ ᾧ δὲ τραπεζότης καὶ κυαθότης θεωρεῖται, νοῦν οὐκ ἔχεις."