1.

[8.400] (§ 400 Cfr. M VII 372) Ὅτι δὲ οὐκ ἔστιν ἀποδείξεως φαντασία κατὰ τοὺς Στωικούς, δείκνυται πρῶτον μὲν ἐκ τοῦ κοινότερον παρ' αὐτοῖς διαπεφωνῆσθαι τὸ τί ποτ' ἔστιν ἡ φαντασία˙ μέχρι γὰρ τοῦ τύπωσιν αὐτὴν λέγειν ἐν ἡγεμονικῷ συμφωνήσαντες περὶ αὐτῆς διαφέρονται τῆς τυπώσεως, Κλεάνθους (Cfr.
SVF fr. I 484 Arn. (ed).
) μὲν κυρίως ἀκούσαντος τὴν μετὰ εἰσοχῆς καὶ ἐξοχῆς νοουμένην, Χρυσίππου (Cfr.
SVF fr. II 56 Arn. (ed).
) δὲ καταχρηστικώτερον ἀντὶ τῆς ἀλλοιώσεως.