HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,409
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,409.rdf
1.
[8.402] εἶτα δεδόσθω καὶ εἶναι τὴν φαντασίαν ὁποίαν ποτὲ θέλουσιν, εἴτε κυρίως τύπωσιν τὴν
μετὰ εἰσοχῆς καὶ ἐξοχῆς εἴτε ἑτεροίωσιν˙ ἀλλὰ τὸ πῶς αὕτη γίνεται τῆς ἀποδείξεως τῶν
ἀπορωτάτων. δῆλον γὰρ ὅτι τὸ μὲν φανταστὸν ὀφείλει ποιεῖν, τὸ δὲ φαντασιούμενον ἡγεμονικὸν
πάσχειν, ἐκεῖνο μὲν ἵνα τυπώσῃ, τοῦτο δ' ἵνα τυπωθῇ˙ ἄλλως γὰρ οὐκ εἰκὸς συμβαίνειν φαντασίαν.