1.

[8.404] σῶμα μὲν οὖν οὐκ ἔστιν, ἐξ ἀσωμάτων γὰρ λεκτῶν (Cfr. § 262, 336) συνέστηκεν˙ εἰ δὲ ἀσώματον, ἐπεὶ τὰ ἀσώματα κατ' αὐτοὺς οὔτε ποιεῖν τι πέφυκεν οὔτε πάσχειν, καὶ ἡ ἀπόδειξις ἀσώματος οὖσα οὐδὲν δυνήσεται ποιεῖν, μηδὲν δὲ ποιοῦσα οὐδὲ τυπώσει τὸ ἡγεμονικόν, μὴ τυποῦσα δὲ αὐτὸ οὐδὲ φαντασίαν αὑτῆς ποιήσει περὶ αὐτῷ, εἰ δὲ τοῦτο, οὐδὲ καταληπτικὴν φαντασίαν.