1.

[8.407] τὸ μὲν οὖν πάσχον ὅτι 〈τὸ〉 ἡγεμονικόν ἐστι, δεδώκασιν οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι˙ τὸ δὲ τυποῦν καὶ ποιοῦν τί ἂν εἴη κατ' αὐτούς, ἄξιον μαθεῖν. ἤτοι γὰρ ἀπόδειξίς ἐστιν ἡ τυποῦσα τὸ ἡγεμονικὸν καὶ κινοῦσα τὴν ἑαυτῆς φαντασίαν, ἢ τὸ ἡγεμονικὸν αὑτὸ τυποῖ καὶ φαντασιοῖ. ἀλλ' ἡ μὲν ἀπόδειξις οὐκ ἂν εἴη τοῦ ἡγεμονικοῦ τυπωτική˙ ἀσώματος γάρ ἐστι, τὸ δὲ ἀσώματον κατ' αὐτοὺς οὔτε ποιεῖ τι οὔτε πάσχει.