1.

[8.408] εἰ δὲ τὸ ἡγεμονικὸν ἑαυτὸ τυποῖ, ἤτοι οἷός ἐστιν ὁ τύπος τοιοῦτο καὶ τὸ τυποῦν, ἢ ἀλλοῖον μέν τι ὁ τύπος, ἀνόμοιον δέ τι τούτου τὸ τυποῦν. καὶ εἰ μὲν ἀνόμοιον, ἄλλων ὑποκειμένων ἄλλων γενήσονται αἱ φαντασίαι˙ ὅπερ πάλιν εἰς τὴν περὶ ἁπάντων ἀκαταληψίαν συγκλείει τοὺς Στωικούς. εἰ δὲ ὅμοιός ἐστιν ὁ τύπος τῷ τυποῦντι, ἐπεὶ τὸ ἡγεμονικὸν ἑαυτὸ τυποῖ, λήψεται φαντασίαν οὐ τῆς ἀποδείξεως ἀλλὰ ἑαυτοῦ˙ ὃ πάλιν ἐστὶν ἄτοπον.