HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,417
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,417.rdf
1.
[8.410] οἱ δὲ τοῦτο λέγοντες πιθανῷ μὲν χρῶνται παραδείγματι, οὐ συνάγουσι δὲ τὸ προκείμενον.
ὁ μὲν γὰρ παιδοτρίβης καὶ ὁπλομάχος ἐστὶ σῶμα, καὶ κατὰ τοῦτο ἐδύνατο φαντασίαν ἐμποιεῖν τῷ
παιδί˙ ἡ δὲ ἀπόδειξις ἀσώματος καθειστήκει, καὶ κατὰ τοῦτο ἐζητεῖτο εἰ δύναται φανταστικῶς
τυποῦν τὸ ἡγεμονικόν. ὥστε μὴ ἀποδεδεῖχθαι αὐτοῖς τὸ ἀρχῆθεν ζητούμενον.