1.

[8.410] οἱ δὲ τοῦτο λέγοντες πιθανῷ μὲν χρῶνται παραδείγματι, οὐ συνάγουσι δὲ τὸ προκείμενον. ὁ μὲν γὰρ παιδοτρίβης καὶ ὁπλομάχος ἐστὶ σῶμα, καὶ κατὰ τοῦτο ἐδύνατο φαντασίαν ἐμποιεῖν τῷ παιδί˙ ἡ δὲ ἀπόδειξις ἀσώματος καθειστήκει, καὶ κατὰ τοῦτο ἐζητεῖτο εἰ δύναται φανταστικῶς τυποῦν τὸ ἡγεμονικόν. ὥστε μὴ ἀποδεδεῖχθαι αὐτοῖς τὸ ἀρχῆθεν ζητούμενον.