1.

[8.413] καὶ ὁ μὲν τοιοῦτος ἡμέρας οὔσης ῾῾εἰ νὺξ ἔστι, σκότος ἔστιν˙ ἀλλὰ μὴν νὺξ ἔστιν˙ σκότος ἄρα ἔστιν᾽᾽ συνάγει μὲν διὰ τὸ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι, οὐκ ἔστι δὲ ἀληθής, τὸ δεύτερον λῆμμα ἔχων ψεῦδος, τὴν πρόσληψιν, τὸ ῾῾ἀλλὰ μὴν νὺξ ἔστιν᾽᾽.