1.

[8.415] κρίνεσθαι δέ φασι τὸν συνακτικὸν λόγον ὅτι συνακτικός ἐστιν, ὅταν τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἕπηται τὸ συμπέρασμα, οἷον τὸν τοιοῦτον λόγον ἡμέρας οὔσης ῾῾εἰ νὺξ ἔστι, σκότος ἔστιν˙ ἀλλὰ μὴν νὺξ ἔστιν˙ σκότος ἄρα ἔστιν᾽᾽, καίπερ μὴ ὄντα ἀληθῆ διὰ τὸ ἐπὶ ψεῦδος ἄγειν, συνακτικὸν εἶναί φαμεν.