1.

[8.416] συμπλέξαντες γὰρ οὕτω τὰ λήμματα ῾῾νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστι᾽᾽, ποιοῦμεν συνημμένον [συλλογισμόν], ἀρχόμενον μὲν ἀπὸ τῆς τοιαύτης συμπλοκῆς, λῆγον δὲ εἰς τὸ συμπέρασμα τοιοῦτον [῾῾νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι,] σκότος ἔστι᾽᾽. τοῦτο γὰρ τὸ συνημμένον ἀληθές ἐστι διὰ τὸ μηδέποτε ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος (Cfr. §§ 114, 268, 331). ἡμέρας μὲν γὰρ οὔσης ἄρξεται ἀπὸ ψεύδους τοῦ ῾῾νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστι᾽᾽, καὶ λήξει ἐπὶ ψεῦδος, 〈τὸ〉 ῾῾σκότος ἔστι᾽᾽, καὶ οὕτως ἔσται ἀληθές˙ νυκτὸς δὲ ἄρξεταί τε ἀπ' ἀληθοῦς καὶ λήξει ἐπ' ἀληθές, καὶ ἔσται παρ' αὐτὸ τοῦτο ἀληθές.