1.

[8.417] οὐκοῦν ὁ μὲν συνακτικὸς τότε ἐστὶν ὑγιής, ὅταν συμπλεξάντων ἡμῶν τὰ λήμματα καὶ συνημμένον ποιησάντων τὸ ἀρχόμενον μὲν ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς λῆγον δ' εἰς τὸ συμπέρασμα, εὑρίσκηται τοῦτο αὐτὸ συνημμένον ἀληθές.