1.

[8.418] ὁ δ' ἀληθὴς λόγος κρίνεται ὅτι ἔστιν ἀληθὴς οὐκ ἐκ τοῦ μόνον τὸ συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον εἰς τὸ συμπέρασμα εἶναι ἀληθές, ἀλλὰ καὶ ἐκ τοῦ διὰ τῶν λημμάτων τὸ συμπεπλεγμένον ὑπάρχειν ὑγιές, ὡς ἂν τὸ ἕτερον τούτων εὑρίσκηται ψεῦδος, καὶ τὸν λόγον ἐξ ἀνάγκης γίνεσθαι ψευδῆ, ὡς ὁ τοιοῦτος νυκτὸς οὔσης ῾῾εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽ διὰ τὸ λῆμμα ἔχειν ψεῦδος τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽, ψευδής ἐστιν.