1.

[8.419] ἀλλὰ τὸ μὲν συμπεπλεγμένον διὰ τῶν λημμάτων ἓν ἔχον τῶν λημμάτων ψεῦδος τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽, ψεῦδός ἐστιν˙ τὸ δὲ συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον εἰς τὸ συμπέρασμα ἀληθὲς ἔσται. οὐδέποτε γὰρ ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγει ἐπὶ ψεῦδος, ἀλλὰ νυκτὸς μὲν ἀπὸ ψεύδους ἄρχεται τῆς συμπλοκῆς, ἡμέρας δέ, ὥσπερ ἀπ' ἀληθοῦς ἄρχεται, οὕτω καὶ εἰς ἀληθὲς λήγει.