1.

[8.421] ἀλλὰ δὴ ἂν ἐξετάζωμεν, δύναται τὸ μὲν διὰ τῶν λημμάτων συμπεπλεγμένον ἀληθὲς εἶναι ἡμέρας οὔσης, οἷον τὸ τοιοῦτο ῾῾φῶς ἔστιν, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽᾽, τὸ δὲ συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον ἐπὶ τὸ συμπέρασμα ψεῦδός 〈ἐστιν〉, οἷον τὸ τοιοῦτον ῾῾εἰ φῶς ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽᾽. δύναται γὰρ τὸ συνημμένον τοῦτο νυκτὸς οὔσης ἀπὸ ἀληθοῦς ἄρχεσθαι τῆς συμπλοκῆς, λήγειν δ' ἐπὶ ψεῦδος τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽, καὶ διὰ τοῦτο εἶναι ψεῦδος. ὥστε γίνεται ἀληθὴς ὁ λόγος, οὔτε ὅταν τὸ συμπεπλεγμένον μόνον ᾖ ἀληθές, οὔτε ὅταν τὸ συνημμένον, ἀλλ' ὅταν ἀμφότερα ἀληθῆ.