1.

[8.423] ὅθεν ὁ μὲν τοιοῦτος ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽ ἐναργῆ ἔχων τὰ λήμματα καὶ τὴν ἐπιφορὰν ἀληθής ἐστι καὶ οὐκ ἀποδεικτικός, ὁ δὲ τοιοῦτος (Cfr. § 252) ῾῾εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ἥδε˙ ἀλλὰ μὴν γάλα ἔχει ἐν μαστοῖς ἥδε˙ κεκύηκεν ἄρα ἥδε᾽᾽ σὺν τῷ ἀληθὴς εἶναι ἔτι καὶ ἀποδεικτικός ἐστιν˙ ἄδηλον γὰρ ἔχων τὸ συμπέρασμα τὸ ῾῾κεκύηκεν ἄρα ἥδε᾽᾽, τοῦτο διὰ τῶν λημμάτων ἐκκαλύπτει.