1.

[8.424] Τριῶν οὖν ὄντων λόγων, τοῦ τε συνακτικοῦ καὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀποδεικτικοῦ, εἰ μέν τίς ἐστιν ἀποδεικτικός, οὗτος πολὺ πρότερόν ἐστιν ἀληθὴς καὶ συνακτικός˙ εἰ δέ τις ἀληθής, οὐκ ἐξ ἀνάγκης ἀποδεικτικός, πάντως δὲ συνακτικός˙ εἰ δέ τις συνακτικός, οὐ πάντως ἀληθὴς ὡς οὐδὲ πάντως ἀποδεικτικός.