1.

[8.426] ὅτι δὲ οὐκ ἔστι συνακτικὸς λόγος τις, ῥᾴδιον γνῶναι. εἰ γὰρ συνακτικὸν εἶναι λέγουσι λόγον, ὅταν ἀληθὲς ᾖ συνημμένον τὸ ἀρχόμενον μὲν ἀπὸ τῆς 〈διὰ〉 τῶν λημμάτων αὐτοῦ συμπλοκῆς, λῆγον δὲ εἰς τὴν ἐπιφοράν, δεήσει προεπικεκρίσθαι τὸ ἀληθὲς συνημμένον καὶ τότε βεβαίως λαμβάνεσθαι τὸν ἐκ τούτου ἠρτῆσθαι δοκοῦντα συνακτικὸν λόγον.