1.

[8.427] ἀνεπίκριτον δέ γέ ἐστι μέχρι τοῦ νῦν τὸ ὑγιὲς συνημμένον˙ τοίνυν οὐδὲ ὁ συνακτικὸς λόγος δύναται γνώριμος ὑπάρχειν. ὥσπερ γὰρ μέτρου μὴ ἑστῶτος ἀλλ' ἄλλοτ' ἄλλως μεταβαλλομένου οὐδὲ τὸ μετρούμενον ἕστηκεν, οὕτως ἐπεὶ οἱονεὶ μέτρον ἐστὶ τοῦ συνάγειν τὸν λόγον τὸ ὑγιὲς συνημμένον, ἀκολουθήσει τούτου ἀνεπικρίτου καθεστῶτος μηδὲ ἐκεῖνον εἶναι σαφῆ.